mercoledì 4 luglio 2018

Lisia: Ora è il momento di vendicarsi dei Trenta [M] (struttura)


Βούλομαι δὲ
καταβαίνειν
ὀλίγα ἑκατέρους ἀναμνήσας,
τούς τε ἐξ ἄστεως καὶ τοὺς ἐκ Πειραιῶς,
ἵνα
τὰς ὑμῖν τούτων γεγενημένας συμφορὰς παραδείγματα ἔχοντες
τὴν ψῆφον φέρητε.

Καὶ πρῶτον μὲν
ὅσοι ἐξ ἄστεώς ἐστε,
σκέψασθε
ὅτι ὑπὸ τούτων οὕτω σφόδρα ἤρχεσθε,
ὥστε ἠναγκάζεσθε
ἀδελφοῖς καὶ ὑέσι καὶ πολίταις πολεμεῖν τοιοῦτον πόλεμον,
ἐν ᾧ
ἡττηθέντες μὲν
τὸ ἴσον ἔχετε
τοῖς νικήσασι,
νικήσαντες δ᾽
ἄν τούτοις ἐδουλεύετε.

Καὶ τοὺς ἰδίους οἴκους οὗτοι μὲν ἂν ἐκ τῶν πραγμάτων μεγάλους ἐκτήσαντο,
ὑμεῖς δὲ διὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἐλάττους ἔχετε·

συνωφελεῖσθαι μὲν γὰρ ὑμᾶς
οὐκ ἠξίουν,
συνδιαβάλλεσθαι δ᾽
ἠνάγκαζον,
εἰς τοσοῦτον ὑπεροψίας ἐλθόντες
ὥστε
οὐ τῶν ἀγαθῶν κοινούμενοι
πιστοὺς ὑμᾶς ἐκτῶντο,
ἀλλὰ
τῶν ὀνειδῶν μεταδιδόντες
ᾤοντο
εὔνους εἶναι.

Ἀνθ᾽ὧν ὑμεῖς
νῦν ἐν τῷ θαρραλέῳ ὄντες,
καθ᾽ὅσον δύνασθε,
καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ ὑπὲρ τῶν ἐκ Πειραιῶς τιμωρήσασθε.


Nessun commento:

Posta un commento