mercoledì 4 dicembre 2013

Plutarco: Il linguaggio muta col tempo (struttura)


Οὐ μὴν ἀλλὰ καὶ
τὸ τοῦ θεοῦ καὶ τῆς προνοίας σκοποῦντες
ὀψόμεθα τὴν μεταβολήν
πρὸς τὸ βέλτιον γεγενημένην.


Ἀμοιβῇ γὰρ ἔοικε νομίσματος ἡ τοῦ λόγου χρεία,
καὶ δόκιμον καὶ αὐτοῦ τὸ σύνηθές ἐστι καὶ γνώριμον,
ἄλλην ἐν ἄλλοις χρόνοις ἰσχὺν λαμβάνοντος.


Ἦν οὖν
ὅτε λόγου νομίσμασιν ἐχρῶντο μέτροις καὶ μέλεσι καὶ ᾠδαῖς,
εἰς ποιητικὴν καὶ μουσικὴν ἄγοντες
πᾶσαν μὲν ἱστορίαν καὶ φιλοσοφίαν
ὡς ἁπλῶς εἰπεῖν
πᾶν δὲ πάθος καὶ πρᾶγμα
σεμνοτέρας φωνῆς δεόμενον.

Nessun commento:

Posta un commento