lunedì 23 dicembre 2013

Plutarco: Invidia contro Temistocle (struttura)


Ἤδη δὲ καὶ τῶν πολιτῶν ἡδέως τὰς διαβολὰς προσιεμένων
διὰ τὸ φθονεῖν,
ἠναγκάζετο
λυπηρὸς εἶναι
τῶν αὑτοῦ πράξεων πολλάκις ἐν τῷ δήμῳ μνημονεύων,


καὶ πρὸς τοὺς δυσχεραίνοντας εἶπεν
«Τί κοπιᾶτε
ὑπὸ τῶν αὐτῶν πολλάκις εὖ πάσχοντες;»


Ἠνίασε δὲ τοὺς πολλοὺς
καὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἱσάμενος,
ἣν Ἀριστοβούλην μὲν προσηγόρευσεν
ὡς ἄριστα τῇ πόλει καὶ τοῖς Ἕλλησι βουλευσάμενος,
πλησίον δὲ τῆς οἰκίας κατεσκεύασεν ἐν Μελίτῃ τὸ ἱερόν,
(Melite era il demo dell’Attica dove Temistocle aveva una casa)
οὗ νῦν οἱ δήμιοι προβάλλουσι
τὰ σώματα τῶν θανατουμένων
καὶ τὰ ἱμάτια καὶ τοὺς βρόχους ἐκφέρουσιν
τῶν ἀπαγχομένων καὶ καθαιρεθέντων.

Nessun commento:

Posta un commento