lunedì 23 dicembre 2013

Plutarco: La peste di Atene


Νῦν δὲ πρῶτον μὲν ἡ λοιμώδης ἐνέπεσε φθορὰ καὶ κατενεμήθη τὴν ἀκμάζουσαν ἡλικίαν καὶ δύναμιν, ὑφ’ἧς καὶ τὰ σώματα κακούμενοι καὶ τὰς ψυχάς, παντάπασιν ἠγριώθησαν πρὸς τὸν Περικλέα, καὶ καθάπερ πρὸς ἰατρὸν ἢ πατέρα τῇ νόσῳ παραφρονήσαντες ἀδικεῖν ἐπεχείρησαν, ἀναπεισθέντες ὑπὸ τῶν ἐχθρῶν ὡς τὴν μὲν νόσον ἡ τοῦ χωρικοῦ πλήθους εἰς τὸ ἄστυ συμφόρησις ἀπεργάζεται, θέρους ὥρᾳ πολλῶν ὁμοῦ χύδην ἐν οἰκήμασι μικροῖς καὶ σκηνώμασι πνιγηροῖς ἀναγκαζομένων διαιτᾶσθαι δίαιταν οἰκουρὸν καὶ ἀργὴν ἀντὶ καθαρᾶς καὶ ἀναπεπταμένης τῆς πρότερον, τούτου δ’αἴτιος ὁ τῷ πολέμῳ τὸν ἀπὸ τῆς χώρας ὄχλον εἰς τὰ τείχη καταχεάμενος καὶ πρὸς οὐδὲν ἀνθρώποις τοσούτοις χρώμενος, ἀλλ’ἐῶν ὥσπερ βοσκήματα καθειργμένους ἀναπίμπλασθαι φθορᾶς ἀπ’ἀλλήλων καὶ μηδεμίαν μεταβολὴν μηδ’ἀναψυχὴν ἐκπορίζων.

Nessun commento:

Posta un commento