mercoledì 4 dicembre 2013

Plutarco: L’antica arte oracolare (struttura)


Ἀλλ’ὥσπερ ἐν τοῖς τότε χρόνοις ἦσαν
οἱ τὴν λοξότητα τῶν χρησμῶν καὶ ἀσάφειαν αἰτιώμενοι,


καὶ νῦν εἰσὶν
οἱ τὸ λίαν ἁπλοῦν συκοφαντοῦντες.


Ὧν παιδικόν ἐστι κομιδῇ καὶ ἀβέλτερον τὸ πάθος·


καὶ γὰρ οἱ παῖδες γεγήθασι καὶ ἀγαπῶσι
ἴριδας μᾶλλον καὶ ἅλως καὶ κομήτας ἢ σελήνην καὶ ἥλιον ὁρῶντες,
καὶ οὗτοι ἐπιποθοῦσι
τὰ αἰνίγματα καὶ τὰς ἀλληγορίας καὶ τὰς μεταφορὰς
τῆς μαντικῆς ἀνακλάσεις οὖσας
πρὸς τὸ θνητὸν καὶ φανταστικὸν ·


κἂν τὴν αἰτίαν μὴ ἱκανῶς πύθωνται τῆς μεταβολῆς,
ἀπίασι
τοῦ θεοῦ καταγνόντες,
οὐχ ἡμῶν οὐδ’αὑτῶν
ὡς ἀδυνάτων ὄντων
ἐξικνεῖσθαι τῷ λογισμῷ πρὸς τὴν τοῦ θεοῦ διάνοιαν.

Nessun commento:

Posta un commento