mercoledì 4 dicembre 2013

Plutarco: Capacità profetica delle anime (struttura)


Ταύτην οὖν ἔχουσαι τὴν δύναμιν σύμφυτον μὲν ἀμυδρὰν δὲ καὶ δυσφάνταστον
αἱ ψυχαὶ ὅμως ἐξανθοῦσι πολλάκις
καὶ ἀναλάμπουσιν ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς ἔνιαι
καθαροῦ γιγνομένου τοῦ σώματος
ἤ τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος,
ὥστε τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι
καὶ ἀπολύεσθαι τῶν παρόντων,
ἐπιστρεφόμεναι
τῷ ἀλόγῳ καὶ φαντασιαστικῷ
τοῦ μέλλοντος.


Οὐ γάρ, ὡς ὁ Εὐριπίδης φησί, «Μάντις ἄριστος
ὅστις εἰκάζει καλῶς»,


ἀλλ’οὗτος ἔμφρων μὲν ἀνὴρ καὶ ἑπόμενος
τῷ νοῦν ἔχοντι τῆς ψυχῆς
καὶ μετ’εἰκότως ἡγουμένῳ καθ’ὁδόν,


τὸ δὲ μαντικὸν
ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ,
δεκτικὸν δὲ φαντασιῶν πάθεσι καὶ προαισθήσεων,
ἀσυλλογίστως ἅπτεται
τοῦ μέλλοντος,
ὅταν ἐκστῇ μάλιστα
τοῦ παρόντος.


Nessun commento:

Posta un commento