martedì 28 novembre 2017

Lisia: Devozione alla democrazia [M] (struttura)

Ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί,
καὶ ἐκ τῶν ἄλλων τῶν ἐμοὶ πεπραγμένων
ἄξιον
σκέψασθαι.

Ἐγὼ γὰρ τοιοῦτον ἐμαυτὸν ἐν ταῖς τῆς πόλεως συμφοραῖς παρέσχον
ὥστε,
εἰ πάντες τὴν αὐτὴν γνώμην ἔσχον ἐμοί,
μηδένα ἂν ὑμῶν μηδεμιᾷ χρῆσθαι συμφορᾷ.

Ὑπ᾽ἐμοῦ γὰρ ἐν τῇ ὀλιγαρχίᾳ οὔτε ἀπαχθεὶς
οὐδεὶς φανήσεται,
οὔτε τῶν ἐχθρῶν οὐδεὶς
τετιμωρημένος,
οὔτε τῶν φίλων
εὖ πεπονθώς.

Καὶ μὲν οὐκ ἄξιον
τοῦτο θαυμάζειν·

εὖ μὲν γὰρ ποιεῖν
ἐν ἐκείνῳ τῷ χρόνῳ χαλεπὸν ἦν,
ἐξαμαρτάνειν δὲ
τῷ βουλομένῳ
ῥᾴδιον.

Οὐ τοίνυν
οὐδ᾽εἰς τὸν κατάλογον Ἀθηναίων καταλέξας οὐδένα
φανήσομαι,
οὐδὲ δίαιταν καταδιαιτησάμενος οὐδενός,
οὐδὲ πλουσιώτερος ἐκ τῶν ὑμετέρων γεγονὼς συμφορῶν.

Καίτοι
εἰ τοῖς τῶν γεγενημένων κακῶν αἰτίοις ὀργίζεσθε,
εἰκὸς
καὶ τοὺς μηδὲν ἡμαρτηκότας βελτίους ὑφ᾽ὑμῶν νομίζεσθαι.

Καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἡγοῦμαι
μεγίστην περὶ ἐμαυτοῦ τῇ δημοκρατίᾳ πίστιν δεδωκέναι.


Nessun commento:

Posta un commento