giovedì 16 novembre 2017

Lisia: Irruzione in camera da letto [M] (struttura)

Παραλαβὼν δ’
ὡς οἷόν τε ἦν πλείστους ἐκ τῶν παρόντων
ἐβάδιζον.

Καὶ δᾷδας λαβόντες ἐκ τοῦ ἐγγύτατα καπηλείου
εἰσερχόμεθα,
ἀνεῳγμένης τῆς θύρας
καὶ ὑπὸ τῆς ἀνθρώπου παρεσκευασμένης.

Ὤσαντες δὲ τὴν θύραν τοῦ δωματίου
οἱ μὲν πρῶτοι
εἰσιόντες
εἴδομεν αὐτὸν
ἔτι κατακείμενον παρὰ τῇ γυναικί,
οἱ δ᾽ὕστερον
ἐν τῇ κλίνῃ γυμνὸν ἑστηκότα.

Ἐγὼ δ᾽, ὦ ἄνδρες,
πατάξας
καταβάλλω αὐτόν,
καὶ
τὼ χεῖρε περιαγαγὼν εἰς τοὔπισθεν
καὶ δήσας
ἠρώτων
διὰ τί ὑβρίζει
εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών.

Κἀκεῖνος
ἀδικεῖν μὲν
ὡμολόγει,
ἠντεβόλει δὲ
καὶ ἱκέτευε
μὴ ἀποκτεῖναι
ἀλλ᾽ἀργύριον πράξασθαι.

Ἐγὼ δ᾽εἶπον ὅτι

“Οὐκ ἐγώ σε ἀποκτενῶ,
ἀλλ᾽ὁ τῆς πόλεως νόμος,
ὃν σὺ
παραβαίνων
περὶ ἐλάττονος τῶν ἡδονῶν ἐποιήσω,
καὶ μᾶλλον εἵλου
τοιοῦτον ἁμάρτημα ἐξαμαρτάνειν εἰς τὴν γυναῖκα τὴν ἐμὴν καὶ εἰς τοὺς παῖδας τοὺς ἐμοὺς
ἢ τοῖς νόμοις πείθεσθαι
καὶ κόσμιος εἶναι”.

Οὕτως, ὦ ἄνδρες, ἐκεῖνος τούτων ἔτυχεν
ὧνπερ οἱ νόμοι κελεύουσι
τοὺς τὰ τοιαῦτα πράττοντας.



Nessun commento:

Posta un commento