lunedì 24 ottobre 2016

Plutarco: Ultimi istanti della vita di Antonio [II] (struttura)

Δεξαμένη δὲ αὐτὸν οὕτως
καὶ κατακλίνασα
περιερρήξατο τε τοὺς πέπλους ἐπ᾽αὐτῷ,
καὶ
τὰ στέρνα τυπτομένη καὶ σπαράττουσα ταῖς χερσί,
καὶ τῷ προσώπῳ τοῦ αἵματος ἀναματτομένη,
δεσπότην ἐκάλει καὶ ἄνδρα καὶ αὐτοκράτορα·

καὶ μικροῦ δεῖν ἐπιλέληστο τῶν αὑτῆς κακῶν οἴκτῳ τῶν ἐκείνου.

Καταπαύσας δὲ τὸν θρῆνον αὐτῆς
Ἀντώνιος ᾔτησε
πιεῖν οἶνον,
εἴτε διψῶν,
εἴτε ἐλπίζων
συντομώτερον ἀπολυθήσεσθαι.

Πιὼν δὲ
παρῄνεσεν αὐτῇ
τὰ μὲν ἑαυτῆς,
ἂν ᾖ μὴ μετ᾽αἰσχύνης,
σωτήρια τίθεσθαι,
μάλιστα τῶν Καίσαρος ἑταίρων Προκληΐῳ πιστεύουσαν,
αὐτὸν δὲ μὴ θρηνεῖν ἐπὶ ταῖς ὑστάταις μεταβολαῖς,
ἀλλὰ μακαρίζειν
ὧν ἔτυχε καλῶν,
ἐπιφανέστατος ἀνθρώπων γενόμενος
καὶ πλεῖστον ἰσχύσας
καὶ νῦν οὐκ ἀγεννῶς Ῥωμαῖος ὑπὸ Ῥωμαίου κρατηθείς.

Ὅσον οὔπω δ’ἐκλιπόντος αὐτοῦ,
Προκλήϊος ἧκε παρὰ Καίσαρος.



Nessun commento:

Posta un commento