lunedì 24 ottobre 2016

Plutarco: Ultimi istanti della vita di Antonio [I] (struttura)

Γνοὺς οὖν
ὅτι ζῇ,
προθύμως ἐκέλευσεν
ἄρασθαι τοῖς ὑπηρέταις τὸ σῶμα,
καὶ διὰ χειρῶν προσεκομίσθη ταῖς θύραις τοῦ οἰκήματος.

Ἡ δὲ Κλεοπάτρα τὰς μὲν θύρας οὐκ ἀνέῳξεν,
ἐκ δὲ θυρίδων τινῶν φανεῖσα
σειρὰς καὶ καλώδια καθίει.

Καὶ
τούτοις ἐναψάντων
τὸν Ἀντώνιον ἀνεῖλκεν αὐτὴ καὶ δύο γυναῖκες,
ἃς μόνας ἐδέξατο μεθ᾽αὑτῆς εἰς τὸν τάφον.

Λέγουσιν οἱ παραγενόμενοι
oὐδὲν ἐκείνου οἰκτρότερον γενέσθαι θέαμα.

Πεφυρμένος γὰρ αἵματι
καὶ δυσθανατῶν
εἵλκετο,
τὰς χεῖρας ὀρέγων εἰς ἐκείνην
καὶ παραιωρούμενος.

Οὐ γὰρ ἦν γυναιξὶ ῥᾴδιον τὸ ἔργον,
ἀλλὰ μόλις ἡ Κλεοπάτρα
ταῖν χεροῖν ἐμπεφυκυῖα
καὶ κατατεινομένη τῷ προσώπῳ
τὸν δεσμὸν ἀνελάμβανεν,
ἐπικελευομένων τῶν κάτωθεν αὐτῇ
καὶ συναγωνιώντων.


Nessun commento:

Posta un commento