venerdì 14 ottobre 2016

Plutarco: Trionfi di Cesare (struttura)

λλὰ γὰρ
ὡς ἐπανῆλθεν εἰς Ῥώμην ἀπὸ Λιβύης,
πρῶτον μὲν ὑπὲρ τῆς νίκης ἐμεγαληγόρησε πρὸς τὸν δῆμον,
ὡς τοσαύτην κεχειρωμένος χώραν,
ὅση παρέξει καθ᾽ἕκαστον ἐνιαυτὸν εἰς τὸ δημόσιον σίτου μὲν εἴκοσι μυριάδας Ἀττικῶν μεδίμνων, ἐλαίου δὲ λιτρῶν μυριάδας τριακοσίας.

Ἔπειτα θριάμβους κατήγαγε τὸν Κελτικόν, τὸν Αἰγυπτιακόν, τὸν Ποντικόν, τὸν Λιβυκόν, οὐκ ἀπὸ Σκιπίωνος, ἀλλ᾽ἀπὸ Ἰόβα δῆθεν τοῦ βασιλέως.

Τότε καὶ Ἰόβας,
υἱὸς ὢν ἐκείνου κομιδῇ νήπιος,
ἐν τῷ θριάμβῳ παρήχθη,
μακαριωτάτην ἁλοὺς ἅλωσιν,
ὡς ἐκ βαρβάρου καὶ Νομάδος Ἑλλήνων τοῖς πολυμαθεστάτοις ἐναρίθμιος γενέσθαι συγγραφεῦσι.

Μετὰ δὲ τοὺς θριάμβους στρατιώταις τε μεγάλας δωρεὰς ἐδίδου,
καὶ τὸν δῆμον ἀνελάμβανεν ἑστιάσεσι καὶ θέαις,
ἑστιάσας μὲν ἐν δισμυρίοις καὶ δισχιλίοις τρικλίνοις ὁμοῦ σύμπαντας,
θέας δὲ καὶ μονομάχων καὶ ναυμάχων ἀνδρῶν παρασχὼν
ἐπὶ τῇ θυγατρὶ Ἰουλίᾳ, πάλαι τεθνεώσῃ.


Nessun commento:

Posta un commento