venerdì 28 ottobre 2016

Plutarco: Differenti versioni sulla morte di Cleopatra (struttura)

Λέγεται δὲ
τὴν ἀσπίδα κομισθῆναι σὺν τοῖς σύκοις ἐκείνοις
καὶ τοῖς θρίοις ἄνωθεν ἐπικαλυφθεῖσαν·

οὕτω γὰρ τὴν Κλεοπάτραν κελεῦσαι,
τῷ σώματι προσπεσεῖν τὸ θηρίον·
μηδὲ αὐτῆς ἐπισταμένης

ὡς δὲ
ἀφαιροῦσα τῶν σύκων
εἶδεν,
εἰπεῖν·
«Ἐνταῦθα ἦν ἄρα τοῦτο».

Καὶ τὸν βραχίονα παρασχεῖν τῷ δήγματι
γυμνώσασαν.

Οἱ δὲ φάσκουσιν
τηρεῖσθαι μὲν ἐν ὑδρίᾳ τὴν ἀσπίδα
καθειργμένην
ἐμφῦναι τῷ βραχίονι
ὁρμήσασαν
ἠλακάτῃ δέ τινι χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ διαγριαινούσης

Τὸ δὲ ἀληθὲς οὐδεὶς οἶδεν·

ἐπεὶ καὶ ἐλέχθη
φάρμακον αὐτὴν φορεῖν ἐν κνηστίδι κοίλῃ,
τὴν δὲ κνηστίδα κρύπτειν τῇ κόμῃ·

πλὴν οὔτε κηλὶς ἐξήνθησε τοῦ σώματος οὔτε ἄλλο φαρμάκου σημεῖον.

Οὐ μὴν οὐδὲ τὸ θηρίον ἐντὸς ὤφθη,
ἔφασκον δέ
συρμοὺς τινας αὐτοῦ παρὰ θάλασσαν,
ᾗ τὸ δωμάτιον ἀφεώρα καὶ θυρίδες ἦσαν,
ἰδεῖν ·

ἔνιοι δὲ
καὶ τὸν βραχίονα τῆς Κλεοπάτρας ὀφθῆναι
δύο νυγμὰς ἔχοντα λεπτὰς καὶ ἀμυδράς.




Nessun commento:

Posta un commento