lunedì 21 giugno 2021

Isocrate: La lode della bellezza [M*] (struttura)

 

Γνοίη δ᾽ἄν τις κἀκεῖθεν

ὅσον διαφέρει τῶν ὄντων,

ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸς ἕκαστον αὐτῶν.

 

Τῶν μὲν γὰρ ἄλλων

ὧν ἂν ἐν χρείᾳ γενώμεθα,

τυχεῖν μόνον

βουλόμεθα,

περαιτέρω δὲ περὶ αὐτῶν οὐδὲν τῇ ψυχῇ προσπεπόνθαμεν·

 

τῶν δὲ καλῶν ἔρως ἡμῖν ἐγγίγνεται,

τοσούτῳ μείζω τοῦ βούλεσθαι ῥώμην ἔχων,

ὅσῳ περ καὶ τὸ πρᾶγμα κρεῖττόν ἐστιν.

 

Καὶ

τοῖς μὲν κατὰ σύνεσιν ἢ κατ᾽ἄλλο τι προέχουσι

φθονοῦμεν,

ἢν μὴ

τῷ ποιεῖν ἡμᾶς εὖ καθ᾽ἑκάστην τὴν ἡμέραν

προσαγάγωνται

καὶ

στέργειν σφᾶς αὐτοὺς

ἀναγκάσωσι·

 

τοῖς δὲ καλοῖς

εὐθὺς ἰδόντες

εὖνοι γιγνόμεθα,

 

καὶ

μόνους αὐτοὺς ὥσπερ τοὺς θεοὺς

οὐκ ἀπαγορεύομεν

θεραπεύοντες,

 

ἀλλ᾽ἥδιον δουλεύομεν τοῖς τοιούτοις

ἢ τῶν ἄλλων ἄρχομεν,

πλείω χάριν ἔχοντες τοῖς πολλὰ προστάττουσιν

ἢ τοῖς μηδὲν ἐπαγγέλλουσιν.

 

Nessun commento:

Posta un commento