lunedì 4 marzo 2024

Lisia: Non è giusto subire un processo per le colpe di altri [D] (struttura)

 

Ἡγοῦμαι τοίνυν, ὦ βουλή, ἐμὸν ἔργον

ἀποδεῖξαι,

ὡς,

ἐπειδὴ τὸ χωρίον ἐκτησάμην,

οὔτ᾽ἐλαία οὔτε σηκὸς ἐνῆν ἐν αὐτῷ.

 

Νομίζω γὰρ

τοῦ μὲν προτέρου χρόνου,

οὐδ᾽εἰ πολλαὶ ἐνῆσαν μυρίαι,

οὐκ ἂν δικαίως ζημιοῦσθαι·

 

εἰ γὰρ μὴ δι᾽ἡμᾶς εἰσιν ἠφανισμέναι,

οὐδὲν προσήκει

περὶ τῶν ἀλλοτρίων ἁμαρτημάτων

ὡς ἀδικοῦντας

κινδυνεύειν.

 

Πάντες γὰρ ἐπίστασθε

ὅτι ὁ πόλεμος καὶ ἄλλων πολλῶν αἴτιος κακῶν γεγένηται,

καὶ τὰ μὲν πόρρω ὑπὸ Λακεδαιμονίων ἐτέμνετο,

τὰ δ᾽ἐγγὺς ὑπὸ τῶν φίλων διηρπάζετο·

 

ὥστε πῶς ἂν δικαίως

ὑπὲρ τῶν τότε τῇ πόλει γεγενημένων συμφορῶν

ἐγὼ νυνὶ δίκην διδοίην;

 

Ἄλλως τε καὶ τοῦτο τὸ χωρίον

ἐν τῷ πολέμῳ δημευθὲν

ἄπρατον ἦν πλεῖν ἢ τρία ἔτη,

 

οὐ θαυμαστὸν

εἰ τότε τὰς μορίας ἐξέκοπτον,

ἐν ᾧ

οὐδὲ τὰ ἡμέτερ᾽αὐτῶν φυλάττειν

ἐδυνάμεθα.

 

Nessun commento:

Posta un commento