venerdì 29 marzo 2024

Isocrate: Ad Atene spetta di diritto l’egemonia [D] (struttura)

 

Καίτοι

μελλούσης στρατείας

ἐπὶ τοὺς βαρβάρους ἔσεσθαι

τίνας χρὴ

τὴν ἡγεμονίαν ἔχειν;

 

Οὐ τοὺς ἐν τῷ προτέρῳ πολέμῳ μάλιστ᾽εὐδοκιμήσαντας,

καὶ πολλάκις μὲν ἰδίᾳ προκινδυνεύσαντας,

ἐν δὲ τοῖς κοινοῖς τῶν ἀγώνων ἀριστείων ἀξιωθέντας;

 

Οὐ τοὺς τὴν αὑτῶν ἐκλιπόντας ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας,

καὶ τό τε παλαιὸν οἰκιστὰς τῶν πλείστων πόλεων γενομένους,

καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγίστων συμφορῶν διασώσαντας;

 

Πῶς δ᾽οὐκ ἂν δεινὰ πάθοιμεν,

εἰ

τῶν κακῶν πλεῖστον μέρος μετασχόντες

ἐν ταῖς τιμαῖς ἔλαττον ἔχειν

ἀξιωθεῖμεν,

καὶ

τότε προταχθέντες ὑπὲρ ἁπάντων

νῦν

ἑτέροις ἀκολουθεῖν

ἀναγκασθεῖμεν;

 

Μέχρι μὲν οὖν τούτων οἶδ᾽

ὅτι πάντες ἂν ὁμολογήσειαν

πλείστων ἀγαθῶν τὴν πόλιν τὴν ἡμετέραν αἰτίαν γεγενῆσθαι,

καὶ δικαίως ἂν αὐτῆς τὴν ἡγεμονίαν εἶναι.

 

Nessun commento:

Posta un commento