Pre-testo
Ἀνῃρημένου γὰρ Κύρου
καὶ τῶν τοῦ βασιλέως δυνάμεων ὑπερεχουσῶν,
ἀγωνία
πολλὴ κατέσχε
τοὺς τετολμηκότας
ἐπὶ τῇ καταλύσει τῆς Ἀρταξέρξου βασιλείας
στρατεύεσθαι.
Testo
Ὄντων δ᾽αὐτῶν περὶ ταῦτα
παρεγενήθησαν
παρὰ τοῦ βασιλέως πρέσβεις,
ὧν ἦν ἀρχιπρεσβευτὴς ἀνὴρ Ἕλλην, ὄνομα μὲν Φάλυνος,
γένος δὲ Ζακύνθιος.
Εἰσαχθέντες δ᾽εἰς τὸ συνέδριον
εἶπον,
«ὅτι λέγει ὁ βασιλεὺς Ἀρταξέρξης·
“Ἐπειδὴ νενίκηκα
Κῦρον ἀποκτείνας,
παράδοτε
τὰ ὅπλα,
καὶ
πρὸς τὰς θύρας αὐτοῦ βαδίσαντες
ζητεῖτε,
πῶς ἂν
αὐτὸν ἐκθεραπεύσαντες
ἀγαθοῦ τινος μεταλάβητε”».
Ῥηθέντων δὲ τούτων
ἀπόκρισιν
ἔδωκεν ἕκαστος τῶν στρατηγῶν τοιαύτην
οἵαν Λεωνίδης,
καθ᾽ὃν καιρὸν
περὶ Θερμοπύλας αὐτοῦ φυλάττοντος τὰς παρόδους
Ξέρξης ἀπέστειλεν ἀγγέλους,
κελεύων
τῶν ὅπλων παραχωρῆσαι.
Καὶ
γὰρ τότε Λεωνίδης εἶπεν
ἀπαγγεῖλαι τῷ βασιλεῖ
διότι νομίζομεν,
κἂν φίλοι γενώμεθα τῷ Ξέρξῃ,
μετὰ τῶν ὅπλων ὄντες
ἀμείνους ἔσεσθαι σύμμαχοι,
κἂν
πολεμεῖν πρὸς αὐτὸν
ἀναγκασθῶμεν,
βέλτιον μετὰ τούτων ἀγωνιεῖσθαι.
Post-testo
Παραπλησίως δὲ καὶ τοῦ Κλεάρχου περὶ τούτων
ἀποκριναμένου,
Πρόξενος
ὁ Θηβαῖος εἶπεν,
«ὅτι
νῦν τὰ μὲν ἄλλα σχεδὸν ἀποβεβλήκαμεν,
λέλειπται
δ᾽ἡμῖν ἥ τ᾽ἀρετὴ καὶ τὰ ὅπλα.
Νομίζομεν
οὖν,
ἂν μὲν ταῦτα φυλάττωμεν,
χρησίμην ἡμῖν ἔσεσθαι καὶ τὴν ἀρετήν,
ἂν δὲ παραδῶμεν,
οὐδὲ ταύτην ἡμῖν ἔσεσθαι βοηθόν».
Nessun commento:
Posta un commento