venerdì 29 marzo 2024

Isocrate: È bello morire per la giustizia [D] (struttura)

 

Ἢν μὲν γὰρ ἐθέλωμεν

ἀποθνήσκειν ὑπὲρ τῶν δικαίων,

οὐ μόνον εὐδοκιμήσομεν,

ἀλλὰ καὶ

τὸν ἐπίλοιπον χρόνον ἀσφαλῶς

ἡμῖν ἐξέσται

ζῆν·

 

εἰ δὲ φοβησόμεθα τοὺς κινδύνους,

εἰς πολλὰς ταραχὰς καταστήσομεν ἡμᾶς αὐτούς.

 

Παρακαλέσαντες οὖν ἀλλήλους

ἀποδῶμεν τὰ τροφεῖα τῇ πατρίδι,

καὶ μὴ περιίδωμεν

ὑβρισθεῖσαν τὴν Λακεδαίμονα

καὶ καταφρονηθεῖσαν,

μηδὲ

ψευσθῆναι

ποιήσωμεν

τῶν ἐλπίδων

τοὺς εὔνους ἡμῖν ὄντας,

μηδὲ

περὶ πλείονος

φανῶμεν

ποιούμενοι

τὸ ζῆν

τοῦ παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμεῖν,

ἐνθυμηθέντες

ὅτι κάλλιόν ἐστιν

ἀντὶ θνητοῦ σώματος ἀθάνατον δόξαν ἀντικαταλλάξασθαι,

καὶ ψυχῆς

ἣν οὐχ ἕξομεν ὀλίγων ἐτῶν

πρίασθαι τοιαύτην εὔκλειαν

ἣ πάντα τὸν αἰῶνα

τοῖς ἐξ ἡμῶν γενομένοις

παραμενεῖ,

πολὺ μᾶλλον ἢ

μικροῦ χρόνου γλιχομένους

μεγάλαις αἰσχύναις ἡμᾶς αὐτοὺς περιβαλεῖν.

 

Nessun commento:

Posta un commento