lunedì 18 marzo 2024

Dione, Cassio: Gelosie tra generali [D] (struttura)

 

Ὁ δὲ δὴ Καῖσαρ

αὐξανόμενος,

καὶ ὁ δῆμος

τά τε κατειργασμένα αὐτῷ θαυμάζων

ὥστε καὶ ἐκ τῆς βουλῆς ἄνδρας

ὡς καὶ ἐπὶ δεδουλωμένοις παντελῶς τοῖς Γαλάταις

ἀποστεῖλαι,

καὶ πρὸς τὰς ἀπ᾽αὐτοῦ ἐλπίδας ἐπαιρόμενος

ὥστε καὶ χρήματά οἱ (a Cesare) πολλὰ ψηφίσασθαι,

δεινῶς αὐτὸν (Pompeo) ἠνία.

 

Ἐπεχείρησε μὲν γὰρ

τοὺς ὑπάτους ἀναπεῖσαι

μήτε τὰς ἐπιστολὰς αὐτοῦ (di Cesare) εὐθὺς ἀναγιγνώσκειν,

ἀλλὰ καὶ ἐπὶ πλεῖστον,

μέχρις ἂν αὐτόματος ἡ δόξα τῶν πραττομένων ἐκνικήσῃ,

συγκρύπτειν,

καὶ διάδοχόν τινα αὐτῷ (a Cesare) καὶ πρὸ τοῦ καθήκοντος καιροῦ πέμψαι.

 

Τοσαύτῃ γὰρ φιλοτιμίᾳ ἐχρῆτο

ὥσθ᾽

ὅσα αὐτὸς τῷ Καίσαρι συνέπραξε

καὶ βασκαίνειν καὶ καταλύειν,

καὶ ἐκείνῳ τε

ἄλλως τε μεγάλως ταινιουμένῳ

καὶ τὰ ἑαυτοῦ συσκιάζοντι

ἄχθεσθαι,

καὶ τῷ δήμῳ ἐγκαλεῖν

ὅτι αὐτόν (Pompeo) τε ἐν ὀλιγωρίᾳ ἐποιεῖτο

καὶ τὸν Καίσαρα ὑπερεσπούδαζε.

 

Nessun commento:

Posta un commento