mercoledì 30 novembre 2016

Esopo: Il cavallo e il soldato (struttura)

Ἵππον τὸν ἑαυτοῦ στρατιώτης,
ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν,
ἐκρίθιζεν,
ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις.

Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν,
εἰς δούλειας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει,
ἀχύρῳ μόνῳ τρεφόμενος.

Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη
καὶ ἡ σάλπιγξ ἐφώνει,
τὸν ἵππον χαλινώσας
ὁ δεσπότης
καὶ αὐτὸς καθοπλισθεὶς
ἐπέβη.

Ὁ δὲ συνεχῶς κατέπιπτε
μηδὲν ἰσχύων·

ἔφη δὲ τῷ δεσπότῃ·

«Ἄπελθε μετὰ τῶν πεζῶν ὁπλιτῶν ἄρτι·

σὺ γὰρ ἀφ᾿ἵππου εἰς ὄνον με μετεποίησας·

καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν;»

Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι.



Nessun commento:

Posta un commento