mercoledì 30 novembre 2016

Esopo: Il gracchio e i colombi

Κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἧκεν ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. Αἱ δὲ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο· ἐπειδὴ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα ἀμφιγνοήσασαι αὐτοῦ τὴν φωνὴν ἐξήλασαν αὐτόν. Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιοὺς· κἀκεῖνοι οὐ γνωρίζοντες διὰ τὸ χρῶμα τῆς μεθ᾿αὑτῶν διαίτης ἀπεῖρξαν αὐτόν, ὥστε δυοῖν ἐπιθυμήσαντα μηδετέρας τυχεῖν.
Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν πολλάκις ἀφαιρεῖται καὶ τὰ προσόντα.


Nessun commento:

Posta un commento