sabato 26 novembre 2016

Demostene: La vita umana (struttura)

Ἅπας ὁ τῶν ἀνθρώπων βίος, ὦ ἄνδρες Ἀθηναῖοι,
κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν,
φύσει καὶ νόμοις διοικεῖται.

Τούτων δ᾽ἡ μὲν φύσις ἐστὶν ἄτακτον καὶ κατ᾽ἄνδρ᾽ἴδιον
τοῦ ἔχοντος,
οἱ δὲ νόμοι κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸ πᾶσιν.

Ἡ μὲν οὖν φύσις,
ἂν ᾖ πονηρά,
πολλάκις φαῦλα βούλεται·

διόπερ τοὺς τοιούτους
ἐξαμαρτάνοντας
εὑρήσετε.

Οἱ δὲ νόμοι τὸ δίκαιον καὶ τὸ καλὸν καὶ τὸ συμφέρον βούλονται,
καὶ τοῦτο ζητοῦσιν,
καὶ
ἐπειδὰν εὑρεθῇ,
κοινὸν τοῦτο πρόσταγμ᾽ἀπεδείχθη, πᾶσιν ἴσον καὶ ὅμοιον,
καὶ τοῦτ᾽ἔστι νόμος.

Προσήκει
ᾧ πάντας πείθεσθαι διὰ πολλά,
καὶ μάλισθ᾽ὅτι πᾶς ἐστι νόμος εὕρημα μὲν καὶ δῶρον θεῶν,
δόγμα δ᾽ἀνθρώπων φρονίμων,
ἐπανόρθωμα δὲ τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων,
πόλεως δὲ συνθήκη κοινή,
καθ᾽ἣν προσήκει ζῆν
πᾶσι τοῖς ἐν τῇ πόλει.


Nessun commento:

Posta un commento