sabato 26 novembre 2016

Demostene: Filippo è nemico di Atene (struttura)

Ἀλλ᾽ἂν
ἀφέντες ταῦτ᾽
ἐκεῖν᾽εἰδῶμεν,
ὅτι ἐχθρὸς ἅνθρωπος
καὶ τὰ ἡμέτερ᾽ἡμᾶς ἀποστερεῖ
καὶ χρόνον πολὺν ὕβρικε,
καὶ ἅπανθ᾽
ὅσα πώποτ᾽ἠλπίσαμέν
τινα πράξειν ὑπὲρ ἡμῶν
καθ᾽ἡμῶν εὕρηται,
καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί,
κἂν μὴ νῦν ἐθέλωμεν
ἐκεῖ πολεμεῖν αὐτῷ,
ἐνθάδ᾽ἴσως ἀναγκασθησόμεθα
τοῦτο ποιεῖν,
ἂν ταῦτ᾽εἰδῶμεν,
καὶ ἐσόμεθα ἐγνωκότες τὰ δέοντα
καὶ λόγων ματαίων ἀπηλλαγμένοι·

οὐ γὰρ
ἅττα ποτ᾽ἔσται
δεῖ
σκοπεῖν,
ἀλλ᾽
ὅτι φαῦλα,
ἂν μὴ προσέχητε τὸν νοῦν
καὶ ἐθέλητε
τὰ προσήκοντα ποιεῖν,
εὖ εἰδέναι.



Nessun commento:

Posta un commento