sabato 26 novembre 2016

Demostene: Filippo è nemico di Atene

Ἀλλ᾽ἂν ἀφέντες ταῦτ᾽ἐκεῖν᾽εἰδῶμεν, ὅτι ἐχθρὸς ἅνθρωπος καὶ τὰ ἡμέτερ᾽ἡμᾶς ἀποστερεῖ καὶ χρόνον πολὺν ὕβρικε, καὶ ἅπανθ᾽ὅσα πώποτ᾽ἠλπίσαμέν τινα πράξειν ὑπὲρ ἡμῶν καθ᾽ἡμῶν εὕρηται, καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί, κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ πολεμεῖν αὐτῷ, ἐνθάδ᾽ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν, ἂν ταῦτ᾽εἰδῶμεν, καὶ τὰ δέοντ᾽ἐσόμεθ᾽ἐγνωκότες καὶ λόγων ματαίων ἀπηλλαγμένοι· οὐ γὰρ ἅττα ποτ᾽ἔσται δεῖ σκοπεῖν, ἀλλ᾽ὅτι φαῦλα, ἂν μὴ προσέχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητε, εὖ εἰδέναι.

Nessun commento:

Posta un commento