sabato 17 febbraio 2024

Esopo: La volpe e il caprone [D] (struttura)

 

Ἀλώπηξ καὶ τράγος ἐν φρέατι ἐνέπεσον.

 

Tοῦ δὲ τράγου σκοπουμένου τὴν ἄνοδον

ἡ ἀλώπηξ

 

«Χρήσιμόν τι»,

ἔφη,

«θάρσει,

ἐπινενόηκα εἰς τὴν ἀμφοτέρων σωτηρίαν».

 

Ὁ τράγος ἔφη·

«Πῶς;».

 

Ἡ ἀλώπηξ εἶπε·

 

«Τοὺς ἐμπροσθίους σου πόδας τῷ τοίχῳ προσερείσας

καὶ ὀρθῶς σταθεὶς

ἔγκλινον καὶ τὰ κέρατα.

 

Ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου

καὶ ἀρθεῖσα ἄνωθεν

εὐθέως καὶ παραχρῆμα ἀνασπάσω σε ἔνθεν».

 

Τοῦ δὲ ἑτοίμως πρὸς τὴν παραίνεσιν ὑπηρετήσαντος

ἡ ἀλώπηξ

ἀναλλομένη διὰ τῶν σκελῶν αὐτοῦ

ἐπὶ τὰ νῶτα ἀνέβη

καὶ

ἐπὶ τὰ κέρατα διερεισαμένη

καὶ ἀπ’ἐκείνου γενναίως ἐκτιναχθεῖσα

ἐπὶ τοῦ στόματος τοῦ φρέατος ηὑρέθη

καὶ

ἀνελθοῦσα

ἀπηλλάττετο.

 

Ὀρχουμένης δὲ αὐτῆς

καὶ παιζούσης

ὁ τράγος

μεμφόμενος

αὐτὴν ὠνείδιζε

ὡς τὰς ὁμολογίας παραβαίνουσαν·

 

ἡ ἀλώπηξ

ἐπιστραφεῖσα τῷ τράγῳ

εἶπεν·

 

«Ὦ οὗτος,

ἀλλ’εἰ τοσαύτας φρένας εἶχες,

ὅσας ἐν τῷ πώγωνι τρίχας,

οὐ πρότερον ἂν κατεβεβήκεις

πρὶν τὴν ἄνοδον ἐσκέψω».

 

Nessun commento:

Posta un commento