giovedì 1 febbraio 2024

Senofonte: Preparativi per il ritorno in patria [D] (struttura)

 

 

«Ὅσα μοι οὖν δοκεῖ

καιρὸς εἶναι

ποιεῖν ἐν τῇ μονῇ,

ταῦτα ἐρῶ.

 

Πρῶτον μὲν τὰ ἐπιτήδεια δεῖ

πορίζεσθαι ἐκ τῆς πολεμίας·

 

οὔτε γὰρ ἀγορὰ ἔστιν ἱκανὴ

οὔτε

ὅτου ὠνησόμεθα

εὐπορία

εἰ μὴ ὀλίγοις τισίν·

 

ἡ δὲ χώρα πολεμία·

 

κίνδυνος οὖν

πολλοὺς ἀπόλλυσθαι,

ἢν ἀμελῶς τε καὶ ἀφυλάκτως πορεύησθε ἐπὶ τὰ ἐπιτήδεια.

 

Ἀλλά μοι δοκεῖ

σὺν προνομαῖς λαμβάνειν τὰ ἐπιτήδεια,

ἄλλως δὲ μὴ πλανᾶσθαι,

ὡς σῴζησθε,

ἡμᾶς δὲ τούτων ἐπιμελεῖσθαι».

 

Ἔδοξε ταῦτα.

 

«Ἔτι τοίνυν ἀκούσατε καὶ τάδε.

 

Ἐπὶ λείαν γὰρ ὑμῶν ἐκπορεύσονταί τινες.

 

Οἴομαι οὖν

βέλτιστον εἶναι ἡμῖν

εἰπεῖν

τὸν μέλλοντα ἐξιέναι,

φράζειν δὲ

καὶ ὅποι,

ἵνα καὶ τὸ πλῆθος εἰδῶμεν

τῶν ἐξιόντων

καὶ τῶν μενόντων

καὶ ξυμπαρασκευάζωμεν,

ἐάν τι δέῃ,

κἂν

βοηθῆσαί τισι

καιρὸς ᾖ,

εἰδῶμεν

ὅποι δεήσει βοηθεῖν,

καὶ

ἐάν τις τῶν ἀπειροτέρων ἐγχειρῇ ποι,

ξυμβουλεύωμεν

πειρώμενοι

εἰδέναι τὴν δύναμιν

ἐφ᾽οὓς ἂν ἴωσιν».

 

Nessun commento:

Posta un commento