venerdì 9 febbraio 2024

Senofonte: La concordia è il bene più grande [D] (struttura)

 

Ἀλλὰ μὴν

καὶ ὁμόνοιά γε μέγιστόν τε ἀγαθὸν

δοκεῖ

ταῖς πόλεσιν εἶναι,

 

καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ οἱ ἄριστοι ἄνδρες παρακελεύονται τοῖς πολίταις

ὁμονοεῖν,

 

καὶ πανταχοῦ ἐν τῇ Ἑλλάδι νόμος κεῖται

τοὺς πολίτας ὀμνύναι

ὁμονοήσειν,

καὶ πανταχοῦ ὀμνύουσι τὸν ὅρκον τοῦτον·

 

οἶμαι δ᾽ἐγὼ

ταῦτα γίγνεσθαι

οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται,

οὐδ᾽ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν,

οὐδ᾽ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται,

οὐδ᾽ἵνα τοῖς αὐτοῖς ἥδωνται,

ἀλλ᾽ἵνα τοῖς νόμοις πείθωνται.

 

Tούτοις γὰρ τῶν πολιτῶν ἐμμενόντων,

αἱ πόλεις ἰσχυρόταταί τε καὶ εὐδαιμονέσταται γίγνονται·

 

ἄνευ δὲ ὁμονοίας οὔτ᾽ἂν πόλις εὖ πολιτευθείη

οὔτ᾽οἶκος καλῶς οἰκηθείη.

 

Nessun commento:

Posta un commento