venerdì 9 febbraio 2024

Isocrate: I poteri divini di Elena [D] (struttura)

 

Oὐ γὰρ μόνον ἀθανασίας ἔτυχεν,

ἀλλὰ καὶ

τὴν δύναμιν ἰσόθεον λαβοῦσα

πρῶτον μὲν τοὺς ἀδελφοὺς

ἤδη κατεχομένους ὑπὸ τῆς πεπρωμένης

εἰς θεοὺς ἀνήγαγε,

βουλομένη δὲ

πιστὴν ποιῆσαι τὴν μεταβολὴν,

οὕτως αὐτοῖς τὰς τιμὰς ἐναργεῖς ἔδωκεν,

ὥσθ᾽

ὁρωμένους

ὑπὸ τῶν ἐν τῇ θαλάττῃ κινδυνευόντων

σῴζειν,

οἵτινες ἂν αὐτοὺς εὐσεβῶς κατακαλέσωνται.

 

Mετὰ δὲ ταῦτα τοσαύτην Μενελάῳ χάριν ἀπέδωκεν ὑπὲρ τῶν πόνων καὶ τῶν κινδύνων

οὓς δι᾽ἐκείνην ὑπέμεινεν,

ὥστε

τοῦ γένους ἅπαντος τοῦ Πελοπιδῶν διαφθαρέντος

καὶ κακοῖς ἀνηκέστοις περιπεσόντος

οὐ μόνον αὐτὸν τῶν συμφορῶν τούτων ἀπήλλαξεν

ἀλλὰ καὶ

θεὸν ἀντὶ θνητοῦ ποιήσασα

σύνοικον αὑτῇ καὶ πάρεδρον εἰς ἅπαντα τὸν αἰῶνα κατεστήσατο.

 

Nessun commento:

Posta un commento