lunedì 5 febbraio 2024

Isocrate: Conviene essere onesti [D] (struttura)

 

Θαυμάζω δ᾽

εἴ τις οἴεται

τοὺς τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην ἀσκοῦντας

καρτερεῖν

καὶ μένειν ἐν τούτοις

ἐλπίζοντας

ἔλαττον ἕξειν τῶν πονηρῶν,

ἀλλ᾽οὐχ ἡγουμένους

καὶ παρὰ θεοῖς καὶ παρ᾽ἀνθρώποις πλέον οἴσεσθαι τῶν ἄλλων.

 

Ἐγὼ μὲν γὰρ πέπεισμαι

τούτους μόνους

ὧν δεῖ

πλεονεκτεῖν,

τοὺς δ᾽ἄλλους

ὧν οὐ βέλτιόν ἐστιν.

 

Ὁρῶ γὰρ

τοὺς μὲν τὴν ἀδικίαν προτιμῶντας

καὶ

τὸ λαβεῖν τι τῶν ἀλλοτρίων

μέγιστον ἀγαθὸν νομίζοντας

ὅμοια πάσχοντας

τοῖς δελεαζομένοις τῶν ζώων,

καὶ κατ᾽ἀρχὰς μὲν ἀπολαύοντας

ὧν ἂν λάβωσιν,

ὀλίγῳ δ᾽ὕστερον ἐν τοῖς μεγίστοις κακοῖς ὄντας,

τοὺς δὲ μετ᾽εὐσεβείας καὶ δικαιοσύνης ζῶντας

ἔν τε τοῖς παροῦσι χρόνοις ἀσφαλῶς διάγοντας

καὶ περὶ τοῦ σύμπαντος αἰῶνος ἡδίους τὰς ἐλπίδας ἔχοντας.

 

Kαὶ

ταῦτ᾽εἰ μὴ κατὰ πάντων οὕτως εἴθισται συμβαίνειν,

ἀλλὰ τό γ᾽ὡς ἐπὶ τὸ πολὺ τοῦτον γίγνεται τὸν τρόπον.

 

Χρὴ δὲ

τοὺς εὖ φρονοῦντας,

ἐπειδὴ

τὸ μέλλον ἀεὶ

συνοίσειν

οὐ καθορῶμεν,

τὸ πολλάκις ὠφελοῦν, τοῦτο φαίνεσθαι προαιρουμένους.

 

Πάντων δ᾽ἀλογώτατον πεπόνθασιν,

ὅσοι

κάλλιον μὲν ἐπιτήδευμα

νομίζουσιν

εἶναι καὶ θεοφιλέστερον τὴν δικαιοσύνην τῆς ἀδικίας,

δ᾽οἴονται

χεῖρον βιώσεσθαι

τοὺς ταύτῃ χρωμένους

τῶν τὴν πονηρίαν προῃρημένων.

 

Nessun commento:

Posta un commento