giovedì 1 febbraio 2024

Plutarco: Catilina si presenta in Senato [D] (struttura)

 

Ὁ Κατιλίνας

αὐτὸς μὲν ἐκπηδᾶν

ἔγνω

πρὸς τὸν Μάλλιον ἐπὶ τὸ στράτευμα,

 

Μάρκιον δὲ καὶ Κέθηγον

ἐκέλευσε

ξίφη λαβόντας

ἐλθεῖν ἐπὶ τὰς θύρας ἕωθεν

ὡς ἀσπασομένους τὸν Κικέρωνα

καὶ διαχρήσασθαι

προσπεσόντας.

 

Τοῦτο Φουλβία, γυνὴ τῶν ἐπιφανῶν, ἐξαγγέλλει τῷ Κικέρωνι

νυκτὸς ἐλθοῦσα

καὶ διακελευσαμένη

φυλάττεσθαι τοὺς περὶ τὸν Κέθηγον.

 

Οἱ δ᾽ἧκον ἅμ᾽ἡμέρᾳ,

καὶ

κωλυθέντες

εἰσελθεῖν

ἠγανάκτουν

καὶ κατεβόων ἐπὶ θύραις,

ὥστε ὑποπτότεροι γενέσθαι.

 

Προελθὼν δ’

ὁ Κικέρων ἐκάλει τὴν σύγκλητον εἰς τὸ τοῦ Στησίου Διὸς ἱερόν,

ὃν Στάτορα Ῥωμαῖοι καλοῦσιν,

ἱδρυμένον ἐν ἀρχῇ τῆς ἱερᾶς ὁδοῦ,

πρὸς τὸ Παλάτιον ἀνιόντων.

 

Ἐνταῦθα καὶ τοῦ Κατιλίνα μετὰ τῶν ἄλλων ἐλθόντος

ὡς ἀπολογησομένου,

συγκαθίσαι μὲν

οὐδεὶς ὑπέμεινε τῶν συγκλητικῶν,

 

ἀλλὰ πάντες ἀπὸ τοῦ βάθρου μετῆλθον.

 

 

Nessun commento:

Posta un commento