Oἶμαι
γὰρ
ἅπασιν εἶναι φανερὸν
ὅτι
τὰ μέλλοντα
προγιγνώσκειν
οὐ τῆς ἡμετέρας φύσεώς ἐστιν,
ἀλλὰ τοσοῦτον ἀπέχομεν ταύτης τῆς φρονήσεως,
ὥσθ᾽Ὅμηρος
ὁ μεγίστην ἐπὶ σοφίᾳ δόξαν εἰληφὼς
καὶ τοὺς θεοὺς πεποίηκεν
ἔστιν ὅτε
βουλευομένους ὑπὲρ αὐτῶν,
οὐ τὴν ἐκείνων γνώμην εἰδώς,
ἀλλ᾽
ἡμῖν ἐνδείξασθαι
βουλόμενος
ὅτι τοῖς ἀνθρώποις ἓν τοῦτο τῶν ἀδυνάτων ἐστίν.
Oὗτοι
τοίνυν εἰς τοῦτο τόλμης ἐληλύθασιν,
ὥστε πειρῶνται
πείθειν τοὺς νεωτέρους
ὡς,
ἢν αὐτοῖς πλησιάζωσιν,
ἅ τε πρακτέον ἐστὶν
εἴσονται
καὶ διὰ ταύτης τῆς ἐπιστήμης εὐδαίμονες γενήσονται.
Kαὶ
τηλικούτων ἀγαθῶν αὑτοὺς διδασκάλους καὶ κυρίους
καταστήσαντες
οὐκ
αἰσχύνονται
τρεῖς ἢ τέτταρας μνᾶς ὑπὲρ τούτων αἰτοῦντες·
ἀλλ᾽
εἰ μέν τι τῶν ἄλλων κτημάτων πολλοστοῦ μέρους τῆς
ἀξίας ἐπώλουν,
οὐκ
ἂν ἠμφεσβήτησαν
ὡς
οὐκ εὖ φρονοῦντες
τυγχάνουσι,
σύμπασαν δὲ τὴν ἀρετὴν καὶ τὴν εὐδαιμονίαν οὕτως
ὀλίγου τιμῶντες,
ὡς νοῦν ἔχοντες
διδάσκαλοι τῶν ἄλλων
ἀξιοῦσι
γίγνεσθαι.
Kαὶ
λέγουσι μὲν
ὡς οὐδὲν δέονται χρημάτων,
ἀργυρίδιον καὶ χρυσίδιον τὸν πλοῦτον ἀποκαλοῦντες,
μικροῦ δὲ κέρδους ὀρεγόμενοι
μόνον οὐκ ἀθανάτους
ὑπισχνοῦνται
τοὺς συνόντας ποιήσειν.
Nessun commento:
Posta un commento