martedì 20 febbraio 2018

Appiano: Scipione e Annibale: chi è il più famoso? [M] (struttura)


Λέγεται δ’
ἐν ταῖσδε ταῖς διατριβαῖς ἐν τῷ γυμνασίῳ λεσχηνεῦσαί ποτε πρὸς ἀλλήλους Σκιπίωνα καὶ Ἀννίβαν περὶ στρατηγίας
πολλῶν ἐφεστώτων,
καὶ
τοῦ Σκιπίωνος ἐρομένου
τίς δοκοίη αὐτῷ
στρατηγὸς ἄριστος γενέσθαι,
τὸν Ἀννίβαν εἰπεῖν·
«Ὁ Μακεδὼν Ἀλέξανδρος.»

Σκιπίωνα δ᾽ἡσυχάσαι μὲν ἐπὶ τῷδ᾽,
ἐξιστάμενον ἄρα Ἀλεξάνδρῳ,
ἐπανερέσθαι δὲ
τίς εἴη δεύτερος μετ᾽Ἀλέξανδρον.

Καὶ αὐτὸν φάναι·
«Πύρρος ὁ Ἠπειρώτης,»
τὴν ἀρετὴν ἄρα τὴν στρατηγικὴν ἐν τόλμῃ τιθέμενον·

οὐ γὰρ ἔστιν
εὑρεῖν μεγαλοτολμοτέρους τῶνδε τῶν βασιλέων.

Δακνόμενον δ᾽ἤδη
τὸν Σκιπίωνα ὅμως ἐπανερέσθαι ἔτι
τίνι διδοίη τὰ τρίτα,
ταχὺ γοῦν ἐλπίζοντα
ἕξειν τὰ τρίτα.

Ἀννίβαν δέ,
«Ἐμαυτῷ,»
φάναι
«νέος γὰρ ὢν ἔτι
Ἰβηρίας τε ἐκράτησα,
καὶ στρατῷ τὰ Ἄλπεια ὄρη μεθ᾽Ἡρακλέα πρῶτος ὑπερῆλθον,
ἔς τε τὴν Ἰταλίαν,
ὑμῶν οὐδενός πω θαρροῦντος,
ἐμβαλὼν
τετρακόσια ἀνέστησα ἄστη,
καὶ περὶ τῇ πόλει τὸν ἀγῶνα πολλάκις ὑμῖν ἐπέστησα,
οὔτε μοι χρημάτων οὔτε στρατιᾶς ἐπιπεμπομένης ἐκ Καρχηδόνος».

Ὡς δὲ αὐτὸν ὁ Σκιπίων εἶδεν
ἀπομηκύνοντα τὴν σεμνολογίαν,
ἔφη
γελάσας·

«Ποῦ δ᾽ἂν ἑαυτὸν ἔταττες, ὦ Ἀννίβα,
μὴ νενικημένος ὑπ᾽ἐμοῦ;»

Αὐτὸν
δέ φασιν,
αἰσθανόμενον ἤδη τῆς ζηλοτυπίας,
εἰπεῖν ὅτι
«Ἔγωγε ἔταξα ἂν ἐμαυτὸν πρὸ Ἀλεξάνδρου».

Οὕτω μὲν ὁ Ἀννίβας ἐπέμεινέ τε τῇ σεμνολογίᾳ,
καὶ τὸν Σκιπίωνα
λαθὼν
ἐθεράπευσεν
ὡς καθελόντα τὸν ἀμεινονα Ἀλεξάνδρου.


Nessun commento:

Posta un commento