martedì 20 febbraio 2018

Senofonte: Confronto tra Socrate e Licurgo [M] (struttura)


Ἐπεὶ δὲ
ταῦτα ἀκούοντες
οἱ δικασταὶ ἐθορύβουν,
οἱ μὲν ἀπιστοῦντες
τοῖς λεγομένοις,
οἱ δὲ καὶ φθονοῦντες,
εἰ καὶ παρὰ θεῶν μειζόνων ἢ αὐτοὶ τυγχάνοι,
πάλιν εἶπεν ὁ Σωκράτης·

«Ἄγε δὴ ἀκούσατε καὶ ἄλλα,
ἵνα ἔτι μᾶλλον οἱ βουλόμενοι ὑμῶν ἀπιστῶσι
τῷ ἐμὲ τετιμῆσθαι ὑπὸ δαιμόνων.

Χαιρεφῶντος γάρ ποτε ἐπερωτῶντος ἐν Δελφοῖς περὶ ἐμοῦ
πολλῶν παρόντων
ἀνεῖλεν ὁ Ἀπόλλων
μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε ἐλευθεριώτερον μήτε δικαιότερον μήτε σωφρονέστερον».

Ὡς δ᾽αὖ
ταῦτ᾽ἀκούσαντες
οἱ δικασταὶ ἔτι μᾶλλον εἰκότως ἐθορύβουν,
αὖθις εἶπεν ὁ Σωκράτης·

«Ἀλλὰ μείζω μέν, ὦ ἄνδρες, εἶπεν ὁ θεὸς ἐν χρησμοῖς περὶ Λυκούργου
τοῦ Λακεδαιμονίοις νομοθετήσαντος
ἢ περὶ ἐμοῦ.

Λέγεται γὰρ
εἰς τὸν ναὸν εἰσιόντα
προσειπεῖν αὐτόν·

“φροντίζω
πότερα θεόν σε εἴπω ἢ ἄνθρωπον”.

Ἐμὲ δὲ θεῷ μὲν οὐκ εἴκασεν,
προέκρινεν δὲ
ἀνθρώπων πολλῷ ὑπερφέρειν.

Ὅμως δὲ ὑμεῖς μηδὲ ταῦτ᾽εἰκῇ πιστεύσητε τῷ θεῷ,
ἀλλὰ καθ᾽ἓν ἕκαστον ἐπισκοπεῖτε
ὧν εἶπεν ὁ θεός».


Nessun commento:

Posta un commento