martedì 28 aprile 2020

Platone: Il mito di Teuth [I parte] (struttura)


Σωκράτης
γ᾽ἔχω
ἀκοήν λέγειν τῶν προτέρων,
τὸ δ᾽ἀληθὲς αὐτοὶ ἴσασιν.

Εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί,
ἆρά γ᾽ἂν ἔθ᾽ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων;

Φαῖδρος
Γελοῖον ἤρου·

ἀλλ’
ἃ φῂς
ἀκηκοέναι
λέγε.

Σωκράτης
Ἤκουσα τοίνυν
περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν,
οὗ καὶ τὸ ὄρνεον ἱερὸν
ὃ δὴ καλοῦσιν Ἶβιν·

αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ.

Τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα.

Βασιλέως δ᾽αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου
ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι,
καὶ τὸν θεὸν Ἄμμωνα,
παρὰ τοῦτον ἐλθὼν
ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξεν,
καὶ ἔφη
δεῖν
διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις·

ὁ δὲ ἤρετο
ἥντινα ἑκάστη ἔχοι ὠφελίαν,

διεξιόντος δέ,
ὅτι καλῶς ἢ μὴ καλῶς δοκοῖ λέγειν,
τὸ μὲν ἔψεγεν,
τὸ δ᾽ἐπῄνει.

Πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπ᾽ἀμφότερα Θαμοῦν τῷ Θεὺθ
λέγεται
ἀποφήνασθαι,
ἃ λόγος πολὺς ἂν εἴη
διελθεῖν·

ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν,

«Τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα»,
ἔφη ὁ Θεύθ,
«σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει·

μνήμης τε γὰρ καὶ σοφίας φάρμακον ηὑρέθη».


Nessun commento:

Posta un commento