martedì 28 aprile 2020

Platone: Il mito di Teuth [II parte] (struttura)


Σωκράτης
Ὁ δ᾽εἶπεν·

«Ὦ τεχνικώτατε Θεύθ,
ἄλλος μὲν δυνατὸς
τεκεῖν τὰ τέχνης,
ἄλλος δὲ
κρῖναι
τίν᾽ἔχει μοῖραν βλάβης τε καὶ ὠφελίας
τοῖς μέλλουσι
χρῆσθαι·

καὶ νῦν σύ,
πατὴρ ὢν γραμμάτων,
δι᾽εὔνοιαν τοὐναντίον εἶπες
ἢ δύναται.

Τοῦτο γὰρ λήθην μὲν παρέξει μνήμης ἀμελετησίᾳ ἐν ψυχαῖς
τῶν μαθόντων,
ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπ᾽ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφ᾽αὑτῶν ἀναμιμνῃσκομένους·

οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον ηὗρες.

Σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορίζεις·

πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς
πολυγνώμονες εἶναι
δόξουσιν,
ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες,
καὶ χαλεποὶ
συνεῖναι,
δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν».

Φαῖδρος
Ὦ Σώκρατες,
ῥᾳδίως σὺ Αἰγυπτίους
καὶ ὁποδαποὺς ἂν ἐθέλῃς
λόγους ποιεῖς.

Σωκράτης
Οἱ δέ γ᾽,ὦ φίλε,
ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρυὸς λόγους
ἔφησαν
μαντικοὺς πρώτους γενέσθαι.

Τοῖς μὲν οὖν τότε,
ἅτε οὐκ οὖσι σοφοῖς
ὥσπερ ὑμεῖς οἱ νέοι,
ἀπέχρη
δρυὸς καὶ πέτρας ἀκούειν ὑπ᾽εὐηθείας,
εἰ μόνον ἀληθῆ λέγοιεν·

σοὶ δ᾽ἴσως διαφέρει
τίς ὁ λέγων
καὶ ποδαπός.

Οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς,
εἴτε οὕτως εἴτε ἄλλως ἔχει;

Φαῖδρος
Ὀρθῶς ἐπέπληξας,
καί μοι δοκεῖ
περὶ γραμμάτων ἔχειν
ᾗπερ ὁ Θηβαῖος λέγει.


Nessun commento:

Posta un commento