martedì 16 febbraio 2021

Eschine: Probità pubblica presso gli Spartani [M*] (struttura)

 

Δημηγοροῦντος γάρ τινος ἐν τῇ τῶν Λακεδαιμονίων ἐκκλησίᾳ,

ἀνδρὸς βεβιωκότος μὲν αἰσχρῶς,

λέγειν

δ᾽εἰς ὑπερβολὴν δυνατοῦ,

καὶ τῶν Λακεδαιμονίων,

ὥς φασι,

κατὰ τὴν ἐκείνου γνώμην ψηφίζεσθαι

μελλόντων,

παρελθών τις τῶν γερόντων,

οὓς ἐκεῖνοι καὶ αἰσχύνονται

καὶ δεδίασι,

καὶ

τὴν τῆς ἡλικίας αὐτῶν ἐπωνυμίαν ἀρχὴν μεγίστην εἶναι

νομίζουσι,

καθιστᾶσι δ᾽αὐτοὺς ἐκ τῶν ἐκ παιδὸς εἰς γῆρας σωφρόνων,

τούτων εἷς, ὡς λέγεται, παρελθὼν

ἰσχυρῶς ἐπέπληξε τοῖς Λακεδαιμονίοις,

καί τι τοιοῦτον κατ᾽αὐτῶν ἐβλασφήμησεν,

ὡς οὐ πολὺν χρόνον τὴν Σπάρτην ἀπόρθητον οἰκήσουσι,

τοιούτοις ἐν ταῖς ἐκκλησίαις συμβούλοις χρώμενοι.

 

Ἅμα δὲ παρακαλέσας ἄλλον τινὰ τῶν Λακεδαιμονίων,

ἄνδρα λέγειν μὲν οὐκ εὐφυᾶ,

τὰ δὲ κατὰ πόλεμον λαμπρὸν

καὶ πρὸς δικαιοσύνην καὶ ἐγκράτειαν διαφέροντα,

ἐπέταξεν αὐτῷ

τὰς αὐτὰς εἰπεῖν γνώμας οὕτως

ὅπως ἂν δύνηται,

ἃς εἶπεν ὁ πρότερος ῥήτωρ·

 

«Ἵνα»,

ἔφη,

«οἱ Λακεδαιμόνιοι,

ἀνδρὸς ἀγαθοῦ φθεγξαμένου,

ψηφίσωνται,

τὰς δὲ τῶν ἀποδεδειλιακότων καὶ πονηρῶν ἀνθρώπων φωνὰς μηδὲ τοῖς ὠσὶ προσδέχωνται».

 

Ταῦθ᾽ὁ γέρων

ὁ ἐκ παιδὸς σεσωφρονηκὼς

παρῄνεσε τοῖς ἑαυτοῦ πολίταις.

 

Nessun commento:

Posta un commento