martedì 16 febbraio 2021

Senofonte: Il tiranno è condannato alla solitudine interiore [M*] (struttura)

 

Bούλομαι δέ σοι,

ἔφη,

ὦ Σιμωνίδη,

κἀκείνας τὰς εὐφροσύνας δηλῶσαι

ὅσαις ἐγὼ χρώμενος

ὅτ᾽ἦν ἰδιώτης,

νῦν

ἐπειδὴ τύραννος ἐγενόμην,

αἰσθάνομαι

στερόμενος αὐτῶν.

 

Ἐγὼ γὰρ ξυνῆν μὲν ἡλικιώταις

ἡδόμενος

ἡδομένοις ἐμοί,

συνῆν δὲ ἐμαυτῷ,

ὁπότε ἡσυχίας ἐπιθυμήσαιμι,

διῆγον δ᾽ἐν συμποσίοις

πολλάκις μὲν μέχρι τοῦ ἐπιλαθέσθαι πάντων

εἴ τι χαλεπὸν ἐν ἀνθρωπίνῳ βίῳ ἦν,

πολλάκις δὲ μέχρι τοῦ ᾠδαῖς τε καὶ θαλίαις καὶ χοροῖς τὴν ψυχὴν συγκαταμιγνύναι,

πολλάκις δὲ μέχρι κοίτης ἐπιθυμίας ἐμῆς τε καὶ τῶν παρόντων.

 

Νῦν δὲ ἀπεστέρημαι μὲν τῶν ἡδομένων ἐμοὶ

διὰ τὸ δούλους ἀντὶ φίλων ἔχειν τοὺς ἑταίρους,

ἀπεστέρημαι δ᾽αὖ

τοῦ ἡδέως ἐκείνοις ὁμιλεῖν

διὰ τὸ μηδεμίαν ἐνορᾶν εὔνοιαν ἐμοὶ παρ᾽αὐτῶν.

 

Τὸ δὲ φοβεῖσθαι μὲν ὄχλον,

φοβεῖσθαι δ᾽ἐρημίαν,

φοβεῖσθαι δὲ ἀφυλαξίαν,

φοβεῖσθαι δὲ καὶ αὐτοὺς τοὺς φυλάττοντας,

καὶ μήτ᾽ἐθέλειν

ἀόπλους ἔχειν περὶ αὑτὸν

μήθ᾽ὡπλισμένους ἡδέως θεᾶσθαι,

πῶς οὐκ ἀργαλέον ἐστὶ πρᾶγμα;

 

Nessun commento:

Posta un commento