venerdì 26 febbraio 2021

Dionigi di Alicarnasso: Come fu eletto re Numa Pompilio [M*]

 

Ἑλκομένης δ᾽ἐπὶ πολὺ τῆς φιλονεικίας, τελευτῶντες ἐπὶ τούτῳ συνέβησαν τῷ δικαίῳ, ὥστε δυεῖν θάτερον, ἢ τοὺς πρεσβυτέρους βουλευτὰς ἀποδεῖξαι βασιλέα σφῶν μὲν αὐτῶν μηδένα, τῶν δ᾽ἄλλων ὃν ἂν ἐπιτηδειότατον εἶναι νομίσωσιν, ἢ τοὺς νεωτέρους τὸ αὐτὸ ποιῆσαι τοῦτο. Δέχονται τὴν αἵρεσιν οἱ πρεσβύτεροι καὶ πόλλ᾽ἐπὶ σφῶν αὐτῶν βουλευσάμενοι τάδ᾽ἔγνωσαν· ἐπειδὴ τῆς ἡγεμονίας αὐτοὶ κατὰ τὰς συνθήκας ἀπηλαύνοντο μηδὲ τῶν ἐπεισελθόντων βουλευτῶν μηδενὶ προσθεῖναι τὴν ἀρχήν, ἀλλ᾽ἐπακτόν τινα ἔξωθεν ἄνδρα καὶ μηδ᾽ὁποτέροις προσθησόμενον, ὡς ἂν μάλιστα ἐξαιρεθείη τὸ στασιάζον, ἐξευρόντες ἀποδεῖξαι βασιλέα. Ταῦτα βουλευσάμενοι προὐχειρίσαντο ἄνδρα γένους μὲν τοῦ Σαβίνων, υἱὸν δὲ Πομπιλίου Πόμπωνος ἀνδρὸς ἐπιφανοῦς κατ᾽ὄνομα Νόμαν, ἡλικίας τε τῆς φρονιμωτάτης ὄντα, τετταρακονταετίας γὰρ οὐ πολὺ ἀπεῖχε, καὶ ἀξιώσει μορφῆς βασιλικόν. Ἦν δὲ αὐτοῦ καὶ κλέος μέγιστον οὐ παρὰ Κυρίταις μόνον, ἀλλὰ καὶ παρὰ τοῖς περιοίκοις ἐπὶ σοφίᾳ.

 

Nessun commento:

Posta un commento