domenica 6 ottobre 2019

Arriano: Un prodigio salva Alessandro nel deserto [M] (struttura)


Ἄνεμος νότος
ἐπὰν πνεύσῃ ἐν ἐκείνῳ τῷ χώρῳ,
τῆς ψάμμου ἐπιφορεῖ κατὰ τῆς ὁδοῦ ἐπὶ μέγα,
καὶ ἀφανίζεται τῆς ὁδοῦ τὰ σημεῖα
οὐδὲ ἔστιν
εἰδέναι
ἵνα χρὴ
πορεύεσθαι
καθάπερ ἐν πελάγει τῇ ψάμμῳ,
ὅτι σημεῖα οὐκ ἔστι κατὰ τὴν ὁδὸν
οὔτε που ὄρος
οὔτε δένδρον
οὔτε γήλοφοι
βέβαιοι ἀνεστηκότες,
οἷστισιν οἱ ὁδῖται τεκμαίροιντο ἂν τὴν πορείαν, καθάπερ οἱ ναῦται τοῖς ἄστροις.

Ἀλλὰ ἐπλανᾶτο γὰρ ἡ στρατιὰ Ἀλεξάνδρῳ
καὶ οἱ ἡγεμόνες τῆς ὁδοῦ ἀμφίβολοι ἦσαν.

Πτολεμαῖος μὲν δὴ ὁ Λάγου λέγει
δράκοντας δύο ἰέναι πρὸ τοῦ στρατεύματος
φωνὴν ἱέντας,
καὶ Ἀλέξανδρον κελεῦσαι
τούτοις ἕπεσθαι τοὺς ἡγεμόνας
πιστεύσαντας τῷ θείῳ,
τοὺς δὲ ἡγήσασθαι τὴν ὁδὸν τήν τε ἐς τὸ μαντεῖον καὶ ὀπίσω αὖθις.

Ἀριστόβουλος δέ,
καὶ ὁ πλείων λόγος ταύτῃ κατέχει,
κόρακας δύο προπετομένους πρὸ τῆς στρατιᾶς,
τούτους γενέσθαι Ἀλεξάνδρῳ τοὺς ἡγεμόνας.


Nessun commento:

Posta un commento