giovedì 13 luglio 2017

Platone: Apologia di Socrate, 38c-38d (struttura)

(Il terzo discorso)

Οὐ πολλοῦ γ᾽ἕνεκα χρόνου, ὦ ἄνδρες Ἀθηναῖοι, ὄνομα ἕξετε καὶ αἰτίαν
ὑπὸ τῶν βουλομένων
τὴν πόλιν λοιδορεῖν
ὡς Σωκράτη ἀπεκτόνατε, ἄνδρα σοφόν

– φήσουσι γὰρ δὴ
σοφὸν εἶναι,
εἰ καὶ μή εἰμι,
οἱ βουλόμενοι
ὑμῖν ὀνειδίζειν –

εἰ γοῦν περιεμείνατε ὀλίγον χρόνον,
ἀπὸ τοῦ αὐτομάτου ἂν ὑμῖν τοῦτο ἐγένετο·

ὁρᾶτε γὰρ δὴ τὴν ἡλικίαν
ὅτι πόρρω ἤδη ἐστὶ τοῦ βίου θανάτου δὲ ἐγγύς.

Λέγω δὲ τοῦτο
οὐ πρὸς πάντας ὑμᾶς,
ἀλλὰ πρὸς τοὺς ἐμοῦ καταψηφισαμένους θάνατον.

Λέγω δὲ καὶ τόδε πρὸς τοὺς αὐτοὺς τούτους.

Ἴσως οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι,
με ἀπορίᾳ λόγων ἑαλωκέναι τοιούτων
οἷς ἂν ὑμᾶς ἔπεισα,
εἰ ᾤμην
δεῖν
ἅπαντα ποιεῖν καὶ λέγειν
ὥστε ἀποφυγεῖν τὴν δίκην.

Πολλοῦ γε δεῖ.


Nessun commento:

Posta un commento