giovedì 13 luglio 2017

Platone: Apologia di Socrate, 40b-40c (struttura)

(Il terzo discorso)

ἐμοὶ δὲ
οὔτε ἐξιόντι ἕωθεν οἴκοθεν
ἠναντιώθη τὸ τοῦ θεοῦ σημεῖον,
οὔτε ἡνίκα ἀνέβαινον ἐνταυθοῖ ἐπὶ τὸ δικαστήριον,
οὔτε ἐν τῷ λόγῳ οὐδαμοῦ μέλλοντί
τι ἐρεῖν.

Καίτοι ἐν ἄλλοις λόγοις πολλαχοῦ δή με ἐπέσχε
λέγοντα μεταξύ·

νῦν δὲ οὐδαμοῦ περὶ ταύτην τὴν πρᾶξιν οὔτ᾽ἐν ἔργῳ οὐδενὶ οὔτ᾽ἐν λόγῳ ἠναντίωταί μοι.

Τί οὖν ὑπολαμβάνω
αἴτιον εἶναι;

Ἐγὼ ὑμῖν ἐρῶ·

κινδυνεύει γάρ μοι τὸ συμβεβηκὸς τοῦτο
ἀγαθὸν γεγονέναι,
καὶ οὐκ ἔσθ᾽ὅπως ἡμεῖς ὀρθῶς ὑπολαμβάνομεν,
ὅσοι οἰόμεθα
κακὸν εἶναι.

Μέγα μοι τεκμήριον τούτου γέγονεν·

οὐ γὰρ ἔσθ᾽ὅπως οὐκ ἠναντιώθη ἄν μοι τὸ εἰωθὸς σημεῖον,
εἰ μή ἔμελλον ἐγὼ
τι ἀγαθὸν πράξειν.


Nessun commento:

Posta un commento