giovedì 13 luglio 2017

Platone: Apologia di Socrate, 39b-39c (struttura)

(Il terzo discorso)

Καὶ νῦν ἐγὼ μὲν ἄπειμι
ὑφ᾽ὑμῶν θανάτου δίκην ὀφλών,
οὗτοι δ᾽
ὑπὸ τῆς ἀληθείας ὠφληκότες μοχθηρίαν καὶ ἀδικίαν.

Καὶ ἐγώ τε τῷ τιμήματι ἐμμένω
καὶ οὗτοι.

καὶ που ἴσως ἔδει
ταῦτα μέν οὕτως σχεῖν,
καὶ οἶμαι
αὐτὰ μετρίως ἔχειν.

Τὸ δὲ δὴ μετὰ τοῦτο ἐπιθυμῶ
ὑμῖν χρησμῳδῆσαι,
ὦ καταψηφισάμενοί μου·

καὶ γάρ εἰμι ἤδη ἐνταῦθα
ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν,
ὅταν μέλλωσιν ἀποθανεῖσθαι.

Φημὶ γάρ, ὦ ἄνδρες
οἳ ἐμὲ ἀπεκτόνατε,
τιμωρίαν ὑμῖν ἥξειν εὐθὺς μετὰ τὸν ἐμὸν θάνατον πολὺ χαλεπωτέραν νὴ Δία
ἢ οἵαν ἐμὲ ἀπεκτόνατε·

νῦν γὰρ τοῦτο εἴργασθε
οἰόμενοι μὲν
ἀπαλλάξεσθαι
τοῦ διδόναι ἔλεγχον τοῦ βίου,
τὸ δὲ ὑμῖν πολὺ ἐναντίον ἀποβήσεται,
ὡς ἐγώ φημι.


Nessun commento:

Posta un commento