giovedì 13 luglio 2017

Platone: Apologia di Socrate, 39c-39d (struttura)

(Il terzo discorso)

Πλείους ἔσονται ὑμᾶς οἱ ἐλέγχοντες,
οὓς νῦν ἐγὼ κατεῖχον,
ὑμεῖς δὲ οὐκ ᾐσθάνεσθε·

καὶ χαλεπώτεροι ἔσονται
ὅσῳ νεώτεροί εἰσιν,
καὶ ὑμεῖς μᾶλλον ἀγανακτήσετε.

Εἰ γὰρ οἴεσθε
ἀποκτείνοντες ἀνθρώπους
ἐπισχήσειν τινὰ
τοῦ ὀνειδίζειν ὑμῖν
ὅτι οὐκ ὀρθῶς ζῆτε,
οὐ καλῶς διανοεῖσθε·

οὐ γάρ ἐσθ᾽αὕτη ἡ ἀπαλλαγὴ οὔτε πάνυ δυνατὴ οὔτε καλή,
ἀλλ᾽ἐκείνη καὶ καλλίστη καὶ ῥᾴστη,
μὴ τοὺς ἄλλους κολούειν
ἀλλ᾽ἑαυτὸν παρασκευάζειν
ὅπως ἔσται ὡς βέλτιστος.

Ταῦτα μὲν οὖν ὑμῖν μαντευσάμενος
τοῖς καταψηφισαμένοις
ἀπαλλάττομαι.


Nessun commento:

Posta un commento