venerdì 14 luglio 2017

Platone: Apologia di Socrate, 41c-41e (struttura)

(Il terzo discorso)

Ἀλλὰ χρή, ὦ ἄνδρες δικασταί,
καὶ ὑμᾶς εὐέλπιδας εἶναι πρὸς τὸν θάνατον,
καὶ ἕν τι τοῦτο διανοεῖσθαι ἀληθές,
ὅτι οὐκ ἔστιν ἀνδρὶ ἀγαθῷ κακὸν οὐδὲν
οὔτε ζῶντι
οὔτε τελευτήσαντι,
οὐδὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα·

οὐδὲ τὰ ἐμὰ νῦν ἀπὸ τοῦ αὐτομάτου γέγονεν,
ἀλλά μοι δῆλόν ἐστι τοῦτο,
ὅτι ἤδη
τεθνάναι
καὶ ἀπηλλάχθαι πραγμάτων
βέλτιον ἦν μοι.

Διὰ τοῦτο καὶ ἐμὲ οὐδαμοῦ ἀπέτρεψεν τὸ σημεῖον,
καὶ ἔγωγε τοῖς καταψηφισαμένοις μου καὶ τοῖς κατηγόροις οὐ πάνυ χαλεπαίνω.

Καίτοι οὐ ταύτῃ τῇ διανοίᾳ κατεψηφίζοντό μου
καὶ κατηγόρουν,
ἀλλ᾽οἰόμενοι
βλάπτειν·

ἄξιον
τοῦτο αὐτοῖς μέμφεσθαι.


Nessun commento:

Posta un commento