giovedì 13 luglio 2017

Platone: Apologia di Socrate, 39a-39b (struttura)

(Il terzo discorso)

Καὶ γὰρ ἐν ταῖς μάχαις πολλάκις δῆλον γίγνεται
ὅτι τό γε ἀποθανεῖν ἄν τις ἐκφύγοι
καὶ ὅπλα ἀφεὶς
καὶ ἐφ᾽ἱκετείαν τραπόμενος
τῶν διωκόντων·

καὶ ἄλλαι μηχαναὶ πολλαί εἰσιν ἐν ἑκάστοις τοῖς κινδύνοις
ὥστε διαφεύγειν θάνατον,
ἐάν τις τολμᾷ
πᾶν ποιεῖν καὶ λέγειν.

Ἀλλὰ μὴ οὐ τοῦτ᾽ᾖ χαλεπόν, ὦ ἄνδρες,
θάνατον ἐκφυγεῖν,
ἀλλὰ πολὺ χαλεπώτερον
πονηρίαν·

θᾶττον γὰρ θανάτου θεῖ.

Καὶ νῦν ἐγὼ μὲν
ἅτε βραδὺς ὢν καὶ πρεσβύτης
ὑπὸ τοῦ βραδυτέρου ἑάλων,
οἱ δ᾽ἐμοὶ κατήγοροι
ἅτε δεινοὶ καὶ ὀξεῖς ὄντες
ὑπὸ τοῦ θάττονος, τῆς κακίας.


Nessun commento:

Posta un commento