giovedì 13 luglio 2017

Platone: Apologia di Socrate, 38d-38e (struttura)

(Il terzo discorso)

Ἀλλ᾽ἀπορίᾳ μὲν ἑάλωκα,
οὐ μέντοι λόγων,
ἀλλὰ τόλμης καὶ ἀναισχυντίας
καὶ τοῦ μὴ ἐθέλειν
λέγειν πρὸς ὑμᾶς τοιαῦτα
οἷ᾽ἂν ὑμῖν μὲν ἥδιστα ἦν
ἀκούειν

– θρηνοῦντός τέ μου
καὶ ὀδυρομένου
καὶ ἄλλα ποιοῦντος
καὶ λέγοντος πολλὰ καὶ ἀνάξια ἐμοῦ,
ὡς ἐγώ φημι,
οἷα δὴ καὶ εἴθισθε ὑμεῖς
τῶν ἄλλων ἀκούειν.

Ἀλλ᾽οὔτε τότε ᾠήθην
δεῖν
ἕνεκα τοῦ κινδύνου πρᾶξαι οὐδὲν ἀνελεύθερον,
οὔτε νῦν μοι μεταμέλει
οὕτως ἀπολογησαμένῳ,
ἀλλὰ πολὺ μᾶλλον αἱροῦμαι
ὧδε ἀπολογησάμενος
τεθνάναι
ἢ ἐκείνως ζῆν.

Οὔτε γὰρ ἐν δίκῃ οὔτ᾽ἐν πολέμῳ οὔτ᾽ἐμὲ οὔτ᾽ἄλλον οὐδένα δεῖ
τοῦτο μηχανᾶσθαι,
ὅπως ἀποφεύξεται θάνατον
πᾶν ποιῶν.



Nessun commento:

Posta un commento