giovedì 13 luglio 2017

Platone: Apologia di Socrate, 40c-40e (struttura)

(Il terzo discorso)

Ἐννοήσωμεν δὲ καὶ τῇδε
ὡς πολλὴ ἐλπίς ἐστιν
ἀγαθὸν αὐτὸ εἶναι.

Δυοῖν γὰρ θάτερόν ἐστιν τὸ τεθνάναι·

ἢ γὰρ οἷον
μηδὲν εἶναι
μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα,
ἢ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει
οὖσα
καὶ μετοίκησις τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον.

Καὶ
εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν ἀλλ᾽οἷον ὕπνος
ἐπειδάν τις
καθεύδων
μηδ᾽ὄναρ μηδὲν ὁρᾷ,
θαυμάσιον κέρδος ἂν εἴη ὁ θάνατος

– ἐγὼ γὰρ ἂν οἶμαι,
εἴ δέοι
τινα
ἐκλεξάμενον ταύτην τὴν νύκτα
ἐν ᾗ οὕτω κατέδαρθεν
ὥστε μηδὲ ὄναρ ἰδεῖν,
καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ
δέοι
σκεψάμενον
εἰπεῖν
πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ βίῳ,

οἶμαι
ἂν μὴ ὅτι ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα εὐαριθμήτους ἂν εὑρεῖν αὐτὸν ταύτας πρὸς τὰς ἄλλας ἡμέρας καὶ νύκτας –

εἰ οὖν τοιοῦτον ὁ θάνατός ἐστιν,
κέρδος ἔγωγε λέγω·

καὶ γὰρ ὁ πᾶς χρόνος φαίνεται οὕτω
οὐδὲν πλείων δὴ εἶναι ἢ μία νύξ.

Εἰ δ᾽αὖ οἷον ἐστιν ὁ θάνατος
ἀποδημῆσαί ἐνθένδε εἰς ἄλλον τόπον,
καὶ ἀληθῆ ἐστιν τὰ λεγόμενα,
ὡς ἄρα ἐκεῖ εἰσι πάντες οἱ τεθνεῶτες,
τί μεῖζον ἀγαθὸν τούτου εἴη ἄν, ὦ ἄνδρες δικασταί;



Nessun commento:

Posta un commento