venerdì 14 luglio 2017

Platone: Apologia di Socrate, 41b-41c (struttura)

(Il terzo discorso)

Ἐπὶ πόσῳ δ᾽ἄν τις, ὦ ἄνδρες δικασταί, δέξαιτο
ἐξετάσαι
τὸν ἐπὶ Τροίαν ἀγαγόντα τὴν πολλὴν στρατιὰν
ἢ Ὀδυσσέα
ἢ Σίσυφον
ἢ ἄλλους μυρίους ἄν τις εἴποι καὶ ἄνδρας καὶ γυναῖκας,
οἷς
ἐκεῖ διαλέγεσθαι
καὶ συνεῖναι
καὶ ἐξετάζειν
ἀμήχανον ἂν εἴη εὐδαιμονίας;

Πάντως οὐ δήπου τούτου γε ἕνεκα οἱ ἐκεῖ ἀποκτείνουσι·

τά τε γὰρ ἄλλα εὐδαιμονέστεροί εἰσιν οἱ ἐκεῖ τῶν ἐνθάδε,
καὶ ἤδη τὸν λοιπὸν χρόνον ἀθάνατοί εἰσιν,
εἴπερ γε τὰ λεγόμενα ἀληθῆ.


Nessun commento:

Posta un commento