venerdì 14 luglio 2017

Platone: Apologia di Socrate, 41e-42a (struttura)

(Il terzo discorso)

Τοσόνδε μέντοι αὐτῶν δέομαι·

τοὺς ὑεῖς μου,
ἐπειδὰν ἡβήσωσι,
τιμωρήσασθε, ὦ ἄνδρες,
ταὐτὰ ταῦτα λυποῦντες
ἅπερ ἐγὼ ὑμᾶς ἐλύπουν,
ἐὰν ὑμῖν δοκῶσιν
ἢ χρημάτων ἢ ἄλλου του πρότερον ἐπιμελεῖσθαι ἢ ἀρετῆς,

καὶ ἐὰν δοκῶσί
τι εἶναι
μηδὲν ὄντες,
ὀνειδίζετε αὐτοῖς ὥσπερ ἐγὼ ὑμῖν,
ὅτι οὐκ ἐπιμελοῦνται
ὧν δεῖ,
καὶ οἴονταί
τι εἶναι
ὄντες οὐδενὸς ἄξιοι.

Καὶ
ἐὰν ταῦτα ποιῆτε,
δίκαια πεπονθὼς ἐγὼ ἔσομαι ὑφ᾽ὑμῶν αὐτός τε καὶ οἱ ὑεῖς.

Ἀλλὰ γὰρ ἤδη ὥρα
ἀπιέναι,
ἐμοὶ μὲν ἀποθανουμένῳ,
ὑμῖν δὲ βιωσομένοις·

ὁπότεροι δὲ ἡμῶν ἔρχονται ἐπὶ ἄμεινον πρᾶγμα,
ἄδηλον παντὶ πλὴν ἢ τῷ θεῷ.


Nessun commento:

Posta un commento