martedì 25 giugno 2024

Esopo: Chi la fa l’aspetti! [D] (struttura)

 

Ἀνὴρ πένης

νοσῶν

καὶ κακῶς διακείμενος

ηὔξατο

τοῖς θεοῖς ἑκατόμβην τελέσαι,

εἰ περισώσειαν αὐτόν.

 

Οἱ δὲ

ἀπόπειραν αὐτοῦ ποιήσασθαι

βουλόμενοι

ῥαΐσαι τάχιστα αὐτὸν

παρεσκεύασαν.

 

Κἀκεῖνος

ἐξαναστὰς

ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει,

στεατίνους ἑκατὸν πλάσας

ἐπί τινος βωμοῦ κατέκαυσεν

εἰπών·

 

«Ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες».

 

Οἱ δὲ θεοὶ

βουλόμενοι

αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι

ὄναρ αὐτῷ ἔπεμψαν,

παραινοῦντες

ἐλθεῖν εἰς τὸν αἰγιαλόν·

 

ἐκεῖ γὰρ αὐτὸν εὑρήσειν Ἀττικὰς χιλίας.

 

Καὶ ὃς

περιχαρὴς γενόμενος

δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα.

 

Ἔνθα δὴ

λῃσταῖς περιπεσὼν

ἀπήχθη

καὶ

ὑπ’αὐτῶν πωλούμενος

εὗρε δραχμὰς χιλίας.

 

Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδόλογον.

 

Nessun commento:

Posta un commento