giovedì 27 giugno 2024

Senofonte: Discorso di Trasibulo [D] (struttura)

 

Ὑμῖν,

ἔφη,

ὦ ἐκ τοῦ ἄστεως ἄνδρες, συμβουλεύω ἐγὼ

γνῶναι ὑμᾶς αὐτούς.

 

Μάλιστα δʼἂν γνοίητε,

εἰ ἀναλογίσαισθε

ἐπὶ τίνι ὑμῖν μέγα φρονητέον ἐστίν,

ὥστε

ἡμῶν ἄρχειν

ἐπιχειρεῖν.

 

Πότερον δικαιότεροί ἐστε;

 

Ἀλλʼὁ μὲν δῆμος

πενέστερος ὑμῶν ὢν

οὐδὲν πώποτε ἕνεκα χρημάτων ὑμᾶς ἠδίκηκεν·

 

ὑμεῖς δὲ

πλουσιώτεροι πάντων ὄντες

πολλὰ καὶ αἰσχρὰ ἕνεκα κερδέων πεποιήκατε.

 

Ἐπεὶ δὲ δικαιοσύνης οὐδὲν ὑμῖν προσήκει,

σκέψασθε

εἰ ἄρα ἐπʼἀνδρείᾳ ὑμῖν μέγα φρονητέον.

 

Καὶ τίς ἂν καλλίων κρίσις τούτου γένοιτο

ἢ ὡς ἐπολεμήσαμεν πρὸς ἀλλήλους;

 

Ἀλλὰ

γνώμῃ

φαίητʼἂν

προέχειν,

οἳ

ἔχοντες καὶ τεῖχος καὶ ὅπλα καὶ χρήματα καὶ συμμάχους Πελοποννησίους

ὑπὸ τῶν οὐδὲν τούτων ἐχόντων περιείληφθε;

 

Ἀλλʼ

ἐπὶ Λακεδαιμονίοις

δὴ οἴεσθε

μέγα φρονητέον εἶναι;

 

Πῶς,

οἵγε

ὥσπερ τοὺς δάκνοντας κύνας κλοιῷ δήσαντες

παραδιδόασιν,

οὕτω κἀκεῖνοι

ὑμᾶς παραδόντες τῷ ἠδικημένῳ τούτῳ δήμῳ

οἴχονται

ἀπιόντες;

 

Nessun commento:

Posta un commento